Φασὶ δὲ Μύσκελλον τὸν Κρότωνος οἰκιστὴν καὶ τὸν ταύτης Ἀρχίαν Πυθοῖ χρηστηριαζομένους ἐρωτηθῆναι ἐκ τῆς Πυθίας, πότερον βούλονται πλοῦτον ἔχειν ἢ ὑγίειαν, καὶ Μύσκελλον μὲν ὑγιαίνειν, Ἀρχίαν δὲ πλοῦτον εἰπεῖν, καὶ τῷ μὲν δοῦναι κτίσαι Συράκουσαν τῷ δὲ Κρότωνα, καὶ συμβῆναι τοὺς Κροτωνιάτας ὑγιεινὴν οἰκῆσαι τὴν πόλιν καὶ ἀθλητὰς εἶναι, Συρακουσίους δὲ πλουτεῖν ἐπὶ τοσοῦτον, ὡς καὶ παροιμίαν ἐκπεσεῖν ἐπὶ τῶν εὐτελῶν τὴν «ὡς οὐκ ἂν ἐκγένοιτο αὐτοῖς Συρακουσίων δεκάτη» [ὡς πάνυ πολλὴ περιγινομένη τῷ ταμιείῳ τῆς πόλεως].
Τὸ ἐθνικὸν Συρακούσιος καὶ Συρακουσία τὸ θηλυκόν, καὶ λίμνη, ἥ τις καλεῖται Συρακώ. καὶ Συρακοσεύς.