24 Απριλίου 2012

ΑΛΕΞΑΝΔΡΕΙΑΙ - ΠΟΛΕΙΣ ΟΚΤΩΚΑΙΔΕΚΑ


 
 Ἀλεξάνδρειαι πόλεις ὀκτωκαίδεκα.

πρώτη Αἰγυπτία ἤτοι Λίβυσσα, ὡς οἱ πολλοί, ἀπὸ Ἀλεξάνδρου τοῦ Φιλίππου. Ἰάσων δὲ τὸν βίον τῆς Ἑλλάδος γράψας ἐν δ΄ βιβλίῳ φησί τὸν μὲν οὖν τόπον τῆς πόλεως ὄναρ ἐχρησμοδοτήθη οὕτως:  
«νῆσος ἔπειτά τις ἐστὶ πολυκλύστῳ ἐνὶ πόντῳ,
Αἰγύπτου προπάροιθε, Φάρον δέ κικλήσκουσιν».
ἐκέλευσε δὲ διαγράφειν τὸ σχῆμα τοὺς ἀρχιτέκτονας· οὐκ ἔχοντες δὲ λευκὴν γῆν ἀλφίτοις διέγραφον, ὄρνιθες δὲ καταπτάντες τὰ ἄλφιτα αἴφνης διήρπασαν· ταραχθεὶς οὖν Ἀλέξανδρος, οἱ μάντεις θαρρεῖν ἔλεγον· πάντων γὰρ τὴν πόλιν τροφὸν γενήσεσθαι. ταῦτα καὶ Ἀρριανός.
ἐκλήθη δὲ Ῥακῶτις καὶ Φάρος καὶ Λεοντόπολις, διὰ τὸ τὴν τῆς Ὀλυμπιάδος γαστέρα ἐσφραγίσθαι λέοντος εἰκόνι. ἐλέγετο δὲ κατ' ἐξοχὴν Πόλις καὶ πολῖται ἐξ αὐτοῦ, ὡς Ἄστυ αἱ Ἀθῆναι καὶ ἀστοί καὶ ἀστικοί οἱ Ἀθηναῖοι [ὡς καὶ ἐπὶ Ῥώμης λέγεται Οὔρψ - Urbs].
ἐκλήθη δὲ ἐπὶ τῶν Ῥωμαϊκῶν Σεβαστή καὶ Ἰουλία καὶ Κλαυδία καὶ Δομετιανή καὶ Ἀλεξεντηρία. τῷ δὲ συνοικισμῷ τριακοντατεσσάρων ἐστὶ σταδίων τὸ μῆκος, ὀκτὼ δὲ τὸ πλάτος, ἡ δὲ ὅλη περίμετρος σταδίων ἑκατὸν δέκα.

δευτέρα ἐστὶ πόλις Τροίας, ἐν ᾗ ἐγένετο Ἡγήμων ἐποποιός, ὃς ἔγραψε τὸν Λευκτρικὸν πόλεμον τῶν Θηβαίων καὶ Λακεδαιμονίων. περὶ ἧς Δημοσθένης ἐν τετάρτῳ Βιθυνιακῶν.

τρίτη Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ, ἣν ἔκτισε πρὸ τῆς μεγάλης Ἀλεξανδρείας ἑπτακαίδεκα ὢν ἐτῶν.

τετάρτη πόλις Ὠριτῶν, ἔθνους Ἰχθυοφάγων, κατὰ τὸν περίπλουν τῆς Ἰνδικῆς.

πέμπτη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν.

ἕκτη πάλιν Ἰνδικῆς.

ἑβδόμη ἐν Ἀρίοις, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν.

ὀγδόη τῆς Κιλικίας.

ἐνάτη ἐν Κύπρῳ.

δεκάτη πρὸς τῷ Λάτμῳ τῆς Καρίας, ἐν ᾗ Ἀδώνιον ἦν ἔχον Πραξιτέλους Ἀφροδίτην.

ἑνδεκάτη κατὰ Βάκτρα.

δωδεκάτη ἐν Ἀραχώτοις.

τρισκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸς Μαξάτης.

τεσσαρεσκαιδεκάτη παρὰ Σωριανοῖς, Ἰνδικῷ ἔθνει.

πεντεκαιδεκάτη παρὰ τοῖς Ἀραχώτοις, ὁμοροῦσα τῇ Ἰνδικῇ.

ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον.

ἑπτακαιδεκάτη ἐν τῇ Σογδιανῇ παρὰ Παροπαμισάδαις.

ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάιδος αὐτοῦ κτίσμα, ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται.

ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης.

τὸ ἐθνικὸν Ἀλεξανδρεύς ἐκ τῆς Ἀλεξάνδρου γενικῆς. τὸ θηλυκόν, ὡς ἀπὸ τοῦ Σινωπεύς Σινωπίς, οὕτως ἀπὸ τοῦ Ἀλεξανδρεύς Ἀλεξανδρίς. Δίδυμος δὲ παρατίθεται χρῆσιν ἐξ Ἐρατοσθένους τοῦ Ἀλεξανδρίτης. Φαβωρῖνος δὲ ἐν τῷ περὶ Κυρηναϊκῆς πόλεως Ἀλεξανδρειώτην φησὶ παρὰ τὴν *** Ἀλεξανδρειανός, ὡς Μύρλεια Μυρλειανός, Ἡράκλεια Ἡρακλειανός. λέγεται καὶ Ἀλεξάνδρειος κτητικόν. Νικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ περὶ Ἀλεξανδρείας πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξανδρῖνος καὶ τὸ Ἀλεξανδρίνης, οὐ μέντοι τὸ Ἀλεξανδρεώτης.

ἔστι καὶ ἀλεξάνδρεια βοτάνη καὶ φυτόν, παρ' ἄλλοις δὲ ἀλεξάνδρα, ἐξ ἧς ἐστέφετο Ἀλέξανδρος ἐν τοῖς ἀγῶσι. τινὲς δὲ δανάην αὐτὴν καλοῦσιν, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ ἐπιφυλλάκανθον ἢ φυλλόκαρπον.

ΣΤΕΦΑΝΟΥ ΒΥΖΑΝΤΙΟΥ, ΕΘΝΙΚΑ – ΜΕΓΑ ΓΕΩΓΡΑΦΙΚΟΝ ΛΕΞΙΚΟΝ, Ἐκδόσεις ΗΛΙΟΔΡΟΜΙΟΝ, ΑΘΗΝΑ 2004.

Related Posts Plugin for WordPress, Blogger...

ΟΙ 10 ΔΗΜΟΦΙΛΕΣΤΕΡΕΣ ΑΝΑΡΤΗΣΕΙΣ ΤΩΝ ΤΕΛΕΥΤΑΙΩΝ 7 ΗΜΕΡΩΝ

Ειπόντος τινός:
«Ω, Λεωνίδα, προς πολλούς μετ' ολίγων διακινδυνεύσων ούτως πάρει;»
Λεωνίδας έφη: «Ει μεν οίεσθέ με τωι πλήθει δειν πιστεύειν, ουδ' η πάσα Ελλάς αρκεί -βραχεία γαρ μοίρα του εκείνων πλήθους εστίν- ει δε ταις αρεταίς, και ούτος ο αριθμός ικανός


Όταν κάποιος του είπε:
«Με τόσους λίγους έρχεσαι, Λεωνίδα, να διακινδυνεύσεις απέναντι σε τόσους πολλούς;»
Ο Λεωνίδας είπε: «Αν πιστεύετε ότι πρέπει να βασιζόμαστε στο πλήθος, δεν αρκεί ούτε ολόκληρη η Ελλάδα -αφού αποτελεί μικρό μέρος σε σχέση με το πλήθος εκείνων. Αν όμως πιστεύετε ότι πρέπει να βασιζόμαστε στις αρετές του καθενός, τότε και ο αριθμός αυτός είναι ικανός


(Πλούταρχος, Λακωνικά Αποφθέγματα)

Μανθάνειν ἐν μὲν τῷ Οὐρανῷ τὸ ὁρᾶν, ἐν δὲ τῇ Γῇ τὸ ἀναμιμνήσκεσθαι.

Μακάριος ὁ διὰ τῶν Μυστηρίων διελθών, οὗτος γιγνώσκει τῆς ζωῆς τὴν ἀρχὴν καὶ τὸν σκοπόν!

Ὄλβιος ὅστις ἰδὼν κεῖνα εἶσ’ ὑπὸ χθόνα· οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν!


Πίνδαρος, Ποιητὴς τῶν Ἱερῶν Ἀγώνων τοῦ Ἑλληνισμοῦ καὶ Προφήτης τοῦ Ἀπόλλωνος ἐν Δελφοῖς.



Και τί να πω αύριο στον Ήλιο;

«Σήκω, σαΐτεψε το φίδι, πώχει αφήκει

η παλιά φιδομάνα και που τώρα

πάλι τη γην ολόγυρα γυρεύει

στις δίπλες του σφιχτά για να τυλίξει»;

«Ξύπνα», να πω, «Τιτάνα Εσύ, και πάλι,

κυκλόφερε τα θεία πατήματά Σου,

τα θεία Σου τα σκιρτήματα τριγύρω

στο φοβερό ερπετό που ξαναζώνει

τη γη κι ο οσκρός* του αρχίνισε να τρέχει

στις θείες πηγές Σου, φαρμακώνοντάς τις»;


«Ο διθύραμβος του Ρόδου», Άγγελος Σικελιανός


* οσκρός = κεντρί, δηλητήριο
Ο Έλληνας, τέκνο του ΔευκΑλίωνος, μάχεται συνΕχώς!