«Τοὺς δὲ χοίρους τὸ τοῦ κυκεῶνος πόμα ἐξ ἀνθρώπων ἐποίει. περὶ ὧν ἡ ἀλληγορία τοιαῦτα φησί. Κίρκη ἡ κατὰ τὰ γευστὰ ἡδονὴ, καὶ ἡ ἐκ τρυφῆς κατασάρκωσις. ᾗπερ οἱ ἐμπελάσαντες ἐκθηριοῦνται μὲν οἷον τῇ ἀλογίᾳ. καὶ οὐ μόνον ἄλλως ἀλογίζονται πολυτρόπως, ἀλλὰ καὶ εἰς χοίρους μεταποιοῦνται χαμαιευνάδας, κάτω βρίθοντες καὶ ἀνακύπτειν οὐκ ἔχοντες. ὁ νοῦς μέντοι αὐτοῖς οὐκ ἀπόλλυται, ἀλλὰ ζωπυρεῖται ὑποσμυχόμενος. διὸ μικρὸν ὅσον ὁ φιλόσοφος Ὀδυσσεὺς ἐλθὼν ἐπαναλήψεται τοὺς φίλους εἰς ἀνθρωπότητα… »
ΕΡΧΟΜΕΝΟΣ Ο ΦΙΛΟΣΟΦΟΣ ΟΔΥΣΣΕΥΣ, ΕΠΑΝΑΦΕΡΕΙ ΤΟΥΣ ΦΙΛΟΥΣ ΣΤΗΝ ΑΝΘΡΩΠΙΝΗ ΚΑΤΑΣΤΑΣΗ...