Η ΠΑΛΗ ΤΟΥ ΑΧΙΛΛΕΩΣ ΕΝΑΝΤΙΟΝ ΤΩΝ Σ.Σ. (ΣΚΑΜΑΝΔΡΟΥ ΚΑΙ ΣΙΜΟΕΝΤΟΣ), ΠΟΥ ΞΕΧΕΙΛΙΣΑΝ ΚΑΙ ΑΠΕΙΛΟΥΝ ΝΑ ΤΟΝ "ΘΑΨΟΥΝ" ΜΕΣΑ ΣΤΗΝ ΛΑΣΠΗ ΚΑΙ ΤΑ ΝΕΡΑ ΤΟΥΣ...
Δεινὸν δ᾽
ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
ὤθει δ᾽ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν
εὐφυέα μεγάλην· ἣ δ᾽ ἐκ ῥιζῶν ἐριποῦσα
κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
εἴσω πᾶσ᾽ ἐριποῦσ᾽· ὃ δ᾽ ἄρ᾽ ἐκ δίνης ἀνορούσας
ἤϊξεν
πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
δείσας· οὐδέ τ᾽ ἔληγε θεὸς μέγας, ὦρτο δ᾽ ἐπ᾽ αὐτῷ
ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
δῖον
Ἀχιλλῆα,
Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
Πηλεΐδης δ᾽
ἀπόρουσεν
ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωή,
αἰετοῦ
οἴματ᾽ ἔχων μέλανος τοῦ θηρητῆρος,
ὅς θ᾽ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
φεῦγ᾽, ὃ δ᾽ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
Φρικτὸ σηκώθη φουσκωτὸ τὸ κύμα ὁλόγυρά του
κι ἐκτύπα τὴν ἀσπίδα του· ποῦ νὰ σταθοῦν δὲν εἶχαν
τὰ πόδια του· κι ἐπιάσθηκεν ἀπὸ φτελιὰ
μεγάλην˙
τ’ ὡραῖο δένδρο σύρριζα κάτω βροντᾶ καὶ σέρνει
τὴν ὄχθην ὅλην κι ἔπιασε μἐ τὰ πυκνὰ κλαδιά του
τ’ ὡραῖο ρεῦμα κι ἔγινε γεφύρι στὸ ποτάμι˙
καὶ ἀπὸ τὸν φόβον ὁ Ἀχιλλεὺς πετάχθη ἀπὸ
τὸ κύμα
κι ἐχύθηκεν ἀκράτητος νὰ φύγη στὴν πεδιάδα.
Ἀλλ’ ὁ θεός, ὁ φοβερός, μαυροκορυφωμένος
ἀκράτητος ἐπάνω του ροβόλαε νὰ κόψη
τὴν φονικὴν ἐκείνου ὁρμὴν καὶ νὰ σωθοῦν οἱ Τρῶες.
᾽Εκεῖθ’ ἐσκίρτησ’ ὁ Ἀχιλλεὺς ὅσο τ’
ἀκόντι φθάνει,
καθὼς ὁ μαῦρος ἀετὸς ὁ ἁρπακτικός,
ποὺ στ’ ἄλλα
πετούμενα γιὰ δύναμιν καὶ γιὰ φτερὰ πρωτεύει.
Ὅμοια πετοῦσε καὶ ὁ χαλκὸς στὰ στήθη του βροντοῦσε
τρομακτικά, καὶ ὡς ξέφευγεν ἀνάμεσ’ ἁπ’ τὸ κύμα
κατάποδά του ὁ ποταμὸς μὲ κρότον ροβολοῦσε.
ΟΜΗΡΟΥ
ΙΛΙΑΣ, ΡΑΨΩΔΙΑ Φ,
240-256. ΑΠΟΔΟΣΗ: ΙΑΚ. ΠΟΛΥΛΑΣ