4 Δεκεμβρίου 2009

Τό όνομα Σήθ, με το οποίο αποκαλούν τον Τυφώνα, σημαίνει "το καταδυναστεύον και καταβιαζόμενον" (αυτό που καταδυναστεύει και καταπιέζει)!


«Ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν, ἐν δὲ γῇ καὶ πνεύμασι καὶ ὕδασι καὶ οὐρανῷ καὶ ἄστροις τὸ τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον, τοῦ
δὲ σωματικοῦ τὸ ἐπίκηρον καὶ νοσῶδες καὶ ταρακτικὸν

ἀωρίαις καὶ δυσκρασίαις καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς σελήνης οἷον ἐκδρομαὶ καὶ ἀφηνιασμοὶ καὶ Τυφῶνος· καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ τὸν Τυφῶνα καλοῦσι· φράζει μὲν τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν πολλάκις ἀναστροφὴν καὶ πάλιν ὑπεκπήδησιν. Βέβωνα δὲ τινὲς μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς δ' αὐτὸν τὸν Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι· σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως. διὸ καὶ τῶν μὲν ἡμέρων ζῴων ἀπονέμουσιν αὐτῷ τὸ ἀμαθέστατον, ὄνον· τῶν δ' ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον ἵππον· περὶ μὲν οὖν τοῦ ὄνου προδεδηλώκαμεν· ἐν Ἑρμοῦ πόλει δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον ποτάμιον, ἐφ' οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν ἵππῳ τὸν Τυφῶνα δεικνύντες, τῷ δ' ἱέρακι δύναμιν καὶ ἀρχήν, ἣν βίᾳ κτώμενος ὁ Τυφὼν πολλάκις οὐκ ἀνίεται ταραττόμενος ὑπὸ τῆς κακίας καὶ ταράττων. διὸ καὶ θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον ποτάμιον δεδεμένον. Ἐν δ' Ἀπόλλωνος πόλει νενομισμένον ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον· ἡμέρᾳ δὲ μιᾷ θηρεύσαντες ὅσους ἂν δύνωνται καὶ κτείναντες ἀπαντικρὺ τοῦ ἱεροῦ προβάλλουσι καὶ λέγουσιν ὡς ὁ Τυφὼν τὸν Ὧρον ἀπέδρα κροκόδειλος γενόμενος, πάντα καὶ ζῷα καὶ φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος ἔργα καὶ μέρη καὶ κινήματα ποιούμενοι.»


(Πλούταρχος, Περί Ίσιδος και Οσίριδος)


Related Posts Plugin for WordPress, Blogger...

ΟΙ 10 ΔΗΜΟΦΙΛΕΣΤΕΡΕΣ ΑΝΑΡΤΗΣΕΙΣ ΤΩΝ ΤΕΛΕΥΤΑΙΩΝ 7 ΗΜΕΡΩΝ

Ειπόντος τινός:
«Ω, Λεωνίδα, προς πολλούς μετ' ολίγων διακινδυνεύσων ούτως πάρει;»
Λεωνίδας έφη: «Ει μεν οίεσθέ με τωι πλήθει δειν πιστεύειν, ουδ' η πάσα Ελλάς αρκεί -βραχεία γαρ μοίρα του εκείνων πλήθους εστίν- ει δε ταις αρεταίς, και ούτος ο αριθμός ικανός


Όταν κάποιος του είπε:
«Με τόσους λίγους έρχεσαι, Λεωνίδα, να διακινδυνεύσεις απέναντι σε τόσους πολλούς;»
Ο Λεωνίδας είπε: «Αν πιστεύετε ότι πρέπει να βασιζόμαστε στο πλήθος, δεν αρκεί ούτε ολόκληρη η Ελλάδα -αφού αποτελεί μικρό μέρος σε σχέση με το πλήθος εκείνων. Αν όμως πιστεύετε ότι πρέπει να βασιζόμαστε στις αρετές του καθενός, τότε και ο αριθμός αυτός είναι ικανός


(Πλούταρχος, Λακωνικά Αποφθέγματα)

Μανθάνειν ἐν μὲν τῷ Οὐρανῷ τὸ ὁρᾶν, ἐν δὲ τῇ Γῇ τὸ ἀναμιμνήσκεσθαι.

Μακάριος ὁ διὰ τῶν Μυστηρίων διελθών, οὗτος γιγνώσκει τῆς ζωῆς τὴν ἀρχὴν καὶ τὸν σκοπόν!

Ὄλβιος ὅστις ἰδὼν κεῖνα εἶσ’ ὑπὸ χθόνα· οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν!


Πίνδαρος, Ποιητὴς τῶν Ἱερῶν Ἀγώνων τοῦ Ἑλληνισμοῦ καὶ Προφήτης τοῦ Ἀπόλλωνος ἐν Δελφοῖς.



Και τί να πω αύριο στον Ήλιο;

«Σήκω, σαΐτεψε το φίδι, πώχει αφήκει

η παλιά φιδομάνα και που τώρα

πάλι τη γην ολόγυρα γυρεύει

στις δίπλες του σφιχτά για να τυλίξει»;

«Ξύπνα», να πω, «Τιτάνα Εσύ, και πάλι,

κυκλόφερε τα θεία πατήματά Σου,

τα θεία Σου τα σκιρτήματα τριγύρω

στο φοβερό ερπετό που ξαναζώνει

τη γη κι ο οσκρός* του αρχίνισε να τρέχει

στις θείες πηγές Σου, φαρμακώνοντάς τις»;


«Ο διθύραμβος του Ρόδου», Άγγελος Σικελιανός


* οσκρός = κεντρί, δηλητήριο
Ο Έλληνας, τέκνο του ΔευκΑλίωνος, μάχεται συνΕχώς!