Λικνίτην Διόνυσον ἐπ’ εὐχαῖς ταῖσδε κικλήσκω,
Νύσιον, ἀμφιθαλῆ, πεποθημένον, εὔφρονα Βάκχον,
νυμφέων ἔρνος ἐραστόν, ἐϋστεφάνου τ’ Ἀφροδίτης,
ὅς ποτ’ ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες
σὺν νύμφαις χαρίεσσιν, ἐλαυνόμενος μανίῃσιν
καὶ βουλαῖσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν
ἀχθεὶς ἐξετράφης, φίλος ἀθανάτοισι θεοῖσιν.
Εὔφρων ἐλθέ, μάκαρ, κεχαρισμένα δ’ ἱερὰ δέξαι!