13 Οκτωβρίου 2007

Η ΑΛΛΗΓΟΡΙΑ ΤΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΣΠΗΛΑΙΟΥ


"ΑΠΕΙΚΑΣΟΝ ΤΟΙΟΥΤΩΙ ΠΑΘΕΙ ΤΗΝ ΗΜΕΤΕΡΑΝ ΦΥΣΙΝ ΠΑΙΔΕΙΑΣ ΤΕ ΠΕΡΙ ΚΑΙ ΑΠΑΙΔΕΥΣΙΑΣ.

ΙΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΥΣ ΟΙΟΝ ΕΝ ΚΑΤΑΓΕΙΩΙ ΟΙΚΗΣΕΙ ΣΠΗΛΑΙΩΔΗ ΑΝΑΠΕΠΤΑΜΕΝΗΝ ΠΡΟΣ ΤΟ ΦΩΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΕΧΟΥΣΗΙ ΜΑΚΡΑΝ ΠΑΡ΄ΑΠΑΝ ΤΟ ΣΠΗΛΑΙΟΝ, ΕΝ ΤΑΥΤΗΙ ΕΚ ΠΑΙΔΩΝ ΟΝΤΑΣ ΕΝ ΔΕΣΜΟΙΣ

ΙΔΕ ΤΕΙΧΙΟΝ ΠΑΡΩΙΚΟΔΟΜΗΜΕΝΟΝ, ΩΣΠΕΡ ΤΟΙΣ ΘΑΥΜΑΤΟΠΟΙΟΙΣ ΠΡΟ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΠΡΟΚΕΙΤΑΙ ΤΑ ΠΑΡΑΦΡΑΓΜΑΤΑ, ΥΠΕΡ ΩΝ ΤΑ ΘΑΥΜΑΤΑ ΔΕΙΚΝΥΑΣΙΝ."

(Πολιτεία Ζ΄, 1 )



ΔΙΑΒΑΣΤΕ ΟΛΟΚΛΗΡΟ ΤΟ ΠΡΩΤΟ ΚΕΦΑΛΑΙΟ

ΤΟΥ ΕΒΔΟΜΟΥ ΒΙΒΛΙΟΥ

ΤΗΣ ΠΛΑΤΩΝΙΚΗΣ "ΠΟΛΙΤΕΙΑΣ":


" -Μετὰ ταῦτα δή, εἶπον, ἀπείκασον τοιούτῳ πάθει τὴν ἡμετέραν φύσιν παιδείας τε πέρι καὶ ἀπαιδευσίας. ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώδει, ἀναπεπταμένην πρὸς τὸ φῶς τὴν εἴσοδον ἐχούσῃ μακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων ὄντας ἐν δεσμοῖς καὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, ὥστε μένειν τε αὐτοὺς εἴς τε τὸ πρόσθεν μόνον ὁρᾶν, κύκλῳ δὲ τὰς κεφαλὰς ὑπὸ τοῦ δεσμοῦ ἀδυνάτους περιάγειν, φῶς δὲ αὐτοῖς πυρὸς ἄνωθεν καὶ πόρρωθεν καόμενον ὄπισθεν αὐτῶν, μεταξὺ δὲ τοῦ πυρὸς καὶ τῶν δεσμωτῶν ἐπάνω ὁδόν, παρ’ ἣν ἰδὲ τειχίον παρῳκοδομημένον, ὥσπερ τοῖς θαυματοποιοῖς πρὸ τῶν ἀνθρώπων πρόκειται τὰ παραφράγματα, ὑπὲρ ὧν τὰ θαύματα δεικνύασιν.

- ῾Ορῶ, ἔφη.

-῞Ορα τοίνυν παρὰ τοῦτο τὸ τειχίον φέροντας ἀνθρώπους σκεύη τε παντοδαπὰ ὑπερέχοντα τοῦ τειχίου καὶ ἀνδριάντας καὶ ἄλλα ζῷα λίθινά τε καὶ ξύλινα καὶ παντοῖα εἰργασμένα, οἷον εἰκὸς τοὺς μὲν φθεγγομένους, τοὺς δὲ σιγῶντας τῶν παραφερόντων.

-῎Ατοπον, ἔφη, λέγεις εἰκόνα καὶ δεσμώτας ἀτόπους.

-῾Ομοίους ἡμῖν, ἦν δ’ ἐγώ· τοὺς γὰρ τοιούτους πρῶτον μὲν ἑαυτῶν τε καὶ ἀλλήλων οἴει ἄν τι ἑωρακέναι ἄλλο πλὴν τὰς σκιὰς τὰς ὑπὸ τοῦ πυρὸς εἰς τὸ καταντικρὺ αὐτῶν τοῦ σπηλαίου προσπιπτούσας;

-Πῶς γάρ, ἔφη, εἰ ἀκινήτους γε τὰς κεφαλὰς ἔχειν ἠναγκασμένοι εἶεν διὰ βίου;

-Τί δὲ τῶν παραφερομένων; οὐ ταὐτὸν τοῦτο;

-Τί μήν;

-Εἰ οὖν διαλέγεσθαι οἷοί τ’ εἶεν πρὸς ἀλλήλους, οὐ ταῦτα ἡγῇ ἂν τὰ ὄντα αὐτοὺς νομίζειν ἅπερ ὁρῷεν;

-᾿Ανάγκη.

-Τί δ’ εἰ καὶ ἠχὼ τὸ δεσμωτήριον ἐκ τοῦ καταντικρὺ ἔχοι; ὁπότε τις τῶν παριόντων φθέγξαιτο, οἴει ἂν ἄλλο τι αὐτοὺς ἡγεῖσθαι τὸ φθεγγόμενον ἢ τὴν παριοῦσαν σκιάν;

-Μὰ Δί’ οὐκ ἔγωγ’, ἔφη.

-Παντάπασι δή, ἦν δ’ ἐγώ, οἱ τοιοῦτοι οὐκ ἂν ἄλλο τι νομίζοιεν τὸ ἀληθὲς ἢ τὰς τῶν σκευαστῶν σκιάς.

-Πολλὴ ἀνάγκη, ἔφη.

-Σκόπει δή, ἦν δ’ ἐγώ, αὐτῶν λύσιν τε καὶ ἴασιν τῶν τε δεσμῶν καὶ τῆς ἀφροσύνης, οἵα τις ἂν εἴη, εἰ φύσει τοιάδε συμβαίνοι αὐτοῖς· ὁπότε τις λυθείη καὶ ἀναγκάζοιτο ἐξαίφνης ἀνίστασθαί τε καὶ περιάγειν τὸν αὐχένα καὶ βαδίζειν καὶ πρὸς τὸ φῶς ἀναβλέπειν, πάντα δὲ ταῦτα ποιῶν ἀλγοῖ τε καὶ διὰ τὰς μαρμαρυγὰς ἀδυνατοῖ καθορᾶν ἐκεῖνα ὧν τότε τὰς σκιὰς ἑώρα, τί ἂν οἴει αὐτὸν εἰπεῖν, εἴ τις αὐτῷ λέγοι ὅτι τότε μὲν ἑώρα φλυαρίας, νῦν δὲ μᾶλλόν τι ἐγγυτέρω τοῦ ὄντος καὶ πρὸς μᾶλλον ὄντα τετραμμένος ὀρθότερον βλέποι, καὶ δὴ καὶ ἕκαστον τῶν παριόντων δεικνὺς αὐτῷ ἀναγκάζοι ἐρωτῶν ἀποκρίνεσθαι ὅτι ἔστιν; οὐκ οἴει αὐτὸν ἀπορεῖν τε ἂν καὶ ἡγεῖσθαι τὰ τότε ὁρώμενα ἀληθέστερα ἢ τὰ νῦν δεικνύμενα;

-Πολύ γ’, ἔφη. "

Για περισσότερα, μετάβαση στον σύνδεσμο: ΗΛΙΟΔΡΟΜΙΟΝ

Related Posts Plugin for WordPress, Blogger...

ΟΙ 10 ΔΗΜΟΦΙΛΕΣΤΕΡΕΣ ΑΝΑΡΤΗΣΕΙΣ ΤΩΝ ΤΕΛΕΥΤΑΙΩΝ 7 ΗΜΕΡΩΝ

Ειπόντος τινός:
«Ω, Λεωνίδα, προς πολλούς μετ' ολίγων διακινδυνεύσων ούτως πάρει;»
Λεωνίδας έφη: «Ει μεν οίεσθέ με τωι πλήθει δειν πιστεύειν, ουδ' η πάσα Ελλάς αρκεί -βραχεία γαρ μοίρα του εκείνων πλήθους εστίν- ει δε ταις αρεταίς, και ούτος ο αριθμός ικανός


Όταν κάποιος του είπε:
«Με τόσους λίγους έρχεσαι, Λεωνίδα, να διακινδυνεύσεις απέναντι σε τόσους πολλούς;»
Ο Λεωνίδας είπε: «Αν πιστεύετε ότι πρέπει να βασιζόμαστε στο πλήθος, δεν αρκεί ούτε ολόκληρη η Ελλάδα -αφού αποτελεί μικρό μέρος σε σχέση με το πλήθος εκείνων. Αν όμως πιστεύετε ότι πρέπει να βασιζόμαστε στις αρετές του καθενός, τότε και ο αριθμός αυτός είναι ικανός


(Πλούταρχος, Λακωνικά Αποφθέγματα)

Μανθάνειν ἐν μὲν τῷ Οὐρανῷ τὸ ὁρᾶν, ἐν δὲ τῇ Γῇ τὸ ἀναμιμνήσκεσθαι.

Μακάριος ὁ διὰ τῶν Μυστηρίων διελθών, οὗτος γιγνώσκει τῆς ζωῆς τὴν ἀρχὴν καὶ τὸν σκοπόν!

Ὄλβιος ὅστις ἰδὼν κεῖνα εἶσ’ ὑπὸ χθόνα· οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν!


Πίνδαρος, Ποιητὴς τῶν Ἱερῶν Ἀγώνων τοῦ Ἑλληνισμοῦ καὶ Προφήτης τοῦ Ἀπόλλωνος ἐν Δελφοῖς.



Και τί να πω αύριο στον Ήλιο;

«Σήκω, σαΐτεψε το φίδι, πώχει αφήκει

η παλιά φιδομάνα και που τώρα

πάλι τη γην ολόγυρα γυρεύει

στις δίπλες του σφιχτά για να τυλίξει»;

«Ξύπνα», να πω, «Τιτάνα Εσύ, και πάλι,

κυκλόφερε τα θεία πατήματά Σου,

τα θεία Σου τα σκιρτήματα τριγύρω

στο φοβερό ερπετό που ξαναζώνει

τη γη κι ο οσκρός* του αρχίνισε να τρέχει

στις θείες πηγές Σου, φαρμακώνοντάς τις»;


«Ο διθύραμβος του Ρόδου», Άγγελος Σικελιανός


* οσκρός = κεντρί, δηλητήριο
Ο Έλληνας, τέκνο του ΔευκΑλίωνος, μάχεται συνΕχώς!