Ἀλώπηξ
καὶ βότρυς
Ἀλώπηξ
λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη
αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν: «Ὄμφακές
εἰσιν!»*
ΔΙΔΑΓΜΑ:
Οὕτω
καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι᾿ ἀσθένειαν τοὺς
καιροὺς αἰτιῶνται.
ΤΑΔΕ ΕΦΗ... ΑΙΣΩΠΟΣ
* Ὄμφαξ, ἡ - ἡ ὠμὴ
σταφυλή· οἱονεὶ ὠμόφαξ τις ὢν, καὶ συγκοπῇ ὄμφαξ, πληθ. ὄμφακες.