Γέρανος - γήρευνός τις
ὤν, ὁ τὰ τῆς γῆς ἐρευνῶν σπέρματα, ὅστις καὶ σπερμολόγος καλεῖται· ὅτε γὰρ ὁ γεωργὸς σπείρει καὶ οὐ χωννύει
αὐτά, ἐκεῖνος συλλέγων ἐσθίει, καὶ ἐκ τούτου ἐκλήθη σπερμολόγος.
Ἀλλ' οἵ γε Θεοὶ
σιγῶντες μηνύουσι, καὶ συνιᾶσιν αὐτῶν ὄρνιθες θᾶττον ἢ ἄνθρωποι καὶ
συνέντες ἀπαγγέλλουσιν ὡς δύνανται καὶ τοῖς
ἀνθρώποις εἰσὶ κήρυκες ἄλλοι ἄλλων Θεῶν·
Διὸς μὲν ἀετός,
Ἀπόλλωνος δὲ ἱέραξ καὶ κόραξ,
Ἥρας δὲ πελαργός,
Ἀθηνᾶς δὲ αὖ κρέξ τε καὶ γλαῦξ,
ὡς Δήμητρος γέρανος
καὶ ἄλλων ἄλλοι.
Διὸς μὲν ἀετός,
Ἀπόλλωνος δὲ ἱέραξ καὶ κόραξ,
Ἥρας δὲ πελαργός,
Ἀθηνᾶς δὲ αὖ κρέξ τε καὶ γλαῦξ,
ὡς Δήμητρος γέρανος
καὶ ἄλλων ἄλλοι.
Πορφύριος, Περί ἀποχῆς ἐμψύχων.