Ζεῦ πάτερ, εἴθε γένοιτο Θεοῖς φίλα
τοῖς μὲν ἀλιτροῖς
ὕβριν ἁδεῖν,
καί σφιν τοῦτο γένοιτο φίλον θυμῷ,
σχέτλια ἔργα
μετὰ φρεσὶν ὅστις ἀπήνης
ἐργάζοιτο Θεῶν
μηδὲν ὀπιζόμενος,
αὐτὸν ἔπειτα πάλιν τεῖσαι
κακά,
μηδ' ἔτ' ὀπίσσω παῖδες δ' οἵτ'
ἀδίκου πατρὸς
τὰ δίκαια νοεῦντες
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ἐξ ἀρχῆς τὰ δίκαια μετ' ἀστοῖσιν φιλέοντες,
μή τιν' ὑπερβασίην ἀντιτίνειν πατέρων.
Ταῦτ' εἴη
μακάρεσσι Θεοῖς φίλα·
νῦν δ' ὁ μὲν ἕρδων ἐκφεύγει,
τὸ κακὸν δ' ἄλλος ἔπειτα φέρει.
ΘΕΟΓΝΙΣ Ο ΜΕΓΑΡΕΥΣ ( Ἐλεγεῖαι 731 ἑπ.)