11 Νοεμβρίου 2015

ΙΩΝΙΔΕΣ ΝΥΜΦΕΣ


 
Ἀπέχει δὲ ὡς πεντήκοντα Ὀλυμπίας σταδίους κώμη τε Ἠλείων Ἡράκλεια καὶ πρὸς αὐτῇ Κύθηρος ποταμός· πηγὴ δὲ ἐκδιδοῦσα ἐς τὸν ποταμὸν καὶ Νυμφῶν ἐστιν ἱερὸν ἐπὶ τῇ πηγῇ.

Ὀνόματα δὲ ἰδίᾳ μὲν ἑκάστῃ τῶν νυμφῶν Καλλιφάεια καὶ Συνάλλασις καὶ Πηγαία τε καὶ Ἴασις, ἐν κοινῷ δέ σφισιν ἐπίκλησις Ἰωνίδες.

Λουομένοις δὲ ἐν τῇ πηγῇ καμάτων τέ ἐστι καὶ ἀλγημάτων παντοίων ἰάματα· καλεῖσθαι δὲ τὰς νύμφας ἀπὸ Ἴωνος λέγουσι τοῦ Γαργηττοῦ, μετοικήσαντος ἐνταῦθα ἐξ Ἀθηνῶν.

ΠΑΥΣΑΝΙΑΣ, ΕΛΛΑΔΟΣ ΠΕΡΙΗΓΗΣΙΣ (6, 22)