Τήν τε πόλιν Ἀθήνας προσηγόρευσε, καὶ Παναθήναια θυσίαν ἐποίησε κοινήν. Ἔθυσε
δὲ καὶ Μετοίκια τῇ ἕκτῃ ἐπὶ δέκα τοῦ Ἑκατομβαιῶνος, ἣν ἔτι νῦν θύουσι, καὶ τὴν
βασιλείαν ἀφεὶς ὥσπερ ὡμολόγησε, διεκόσμει τὴν πολιτείαν ἀπὸ Θεῶν ἀρχόμενος·
ἧκε γὰρ αὐτῷ χρησμὸς ἐκ Δελφῶν μαντευομένῳ
περὶ τῆς πόλεως:
Αἰγείδη
Θησεῦ, Πιτθηίδος ἔκγονε κούρης,
πολλαῖς
τοι πολίεσσι πατὴρ ἐμὸς ἐγκατέθηκε
τέρματα
καὶ κλωστῆρας ἐν ὑμετέρῳ πτολιέθρῳ.
ἀλλὰ
σὺ μή τι λίην πεπονημένος ἔνδοθι θυμὸν βουλεύειν· ἀσκὸς γὰρ ἐν οἴδματι
ποντοπορεύσεις!
Τοῦτο δὲ καὶ Σίβυλλαν ὕστερον ἀποστοματίσαι πρὸς
τὴν πόλιν ἱστοροῦσιν, ἀναφθεγξαμένην:
Ἀσκὸς
βαπτίζῃ· δῦναι δέ τοι οὐ θέμις ἐστίν!
ΠΛΟΥΤΑΡΧΟΥ, ΒΙΟΣ ΘΗΣΕΩΣ
