27 Οκτωβρίου 2014

ΠΕΡΣΕΥΣ ΚΑΙ ΑΝΔΡΟΜΕΔΑ... ΤΗΝ ΔΕ ΑΝΔΡΟΜΕΔΑΝ ΑΠΑΛΛΑΤΤΕΙ ΤΩΝ ΔΕΣΜΩΝ Ο ΕΡΩΣ...


 

Δανάης δὲ Περσεὺς ἐγένετ' ἐκ χρυσορρύτων

σταγόνων, ὃς ἐλθὼν Γοργόνος καρατόμος

Αἰθίοπ' ἔγημεν Ἀνδρομέδαν τὴν Κηφέως,

ἣ τριπτύχους ἐγείνατ' ἐκ Περσέως κόρους·

Ἀλκαῖον ἠδὲ Σθένελον, ὅς τ' Ἄργους πόλιν

ἔσχεν Μυκήνας, πατέρα δ' Ἀλκμήνης τρίτον

Ἠλεκτρύωνα· Ζεὺς δ' ἐς Ἀλκμήνης λέχος

πεσὼν τὸ κλεινὸν Ἡρακλέους σπείρει δέμας.


                            Εὐριπίδης 



Τετέλεσται ἤδη ὁ ἆθλος, καὶ τὸ μὲν κῆτος ἔρριπται πρὸ τῆς ᾐόνος ἐμπλημμυροῦν πηγαῖς αἵματος, ὑφ' ὧν ἐρυθρὰ ἡ θάλασσα, τὴν δὲ Ἀνδρομέδαν ἀπαλλάττει τοῦ δεσμοῦ ὁ Ἔρως· γέγραπται δὲ πτηνὸς μὲν τὸ εἰωθός, νεανίας δὲ παρ' ὃ εἴωθε, καὶ ἀσθμαίνων γέγραπται καὶ οὐκ ἔξω τοῦ μεμοχθηκέναι· καὶ γὰρ εὐχὴν ἀνεβάλετο τῷ Ἔρωτι ὁ Περσεὺς πρὸ τοῦ ἔργου παρεῖναι αὐτὸν καὶ κατὰ τοῦ θηρίου συμπέτεσθαι, ὁ δὲ ἀφίκετο καὶ ἤκουσε τοῦ Ἕλληνος. 

Φιλόστρατος, Εἰκόνες