Μουσική: Ευανθία Ρεμπούτσικα - Τα μυστικά τής σελήνης
Εὐλόγως δὲ πάντων οἱ χρόνοι καὶ τῶν κυήσεων καὶ
γενέσεων καὶ τῶν βίων μετρεῖσθαι βούλονται κατὰ φύσιν περιόδοις.
Λέγω δὲ περίοδον
ἡμέραν καὶ νύκτα καὶ μῆνα καὶ ἐνιαυτὸν καὶ τοὺς χρόνους τοὺς μετρουμένους
τούτοις, ἔτι δὲ τὰς τῆς σελήνης περιόδους.
Εἰσὶ δὲ περίοδοι σελήνης πανσέληνός τε καὶ φθίσις καὶ
τῶν μεταξὺ χρόνων αἱ διχοτομίαι· κατὰ γὰρ ταύτας συμβάλλει πρὸς τὸν ἥλιον· ὁ
γὰρ μεὶς κοινὴ περίοδός ἐστιν ἀμφοτέρων.
Ἔστι δὲ ἡ σελήνη ἀρχὴ διὰ τὴν πρὸς τὸν ἥλιον κοινωνίαν
καὶ τὴν μετάληψιν τὴν τοῦ φωτός· γίγνεται γὰρ ὥσπερ ἄλλος ἥλιος ἐλάττων· διὸ
συμβάλλεται εἰς πάσας τὰς γενέσεις καὶ τελειώσεις.
Ἀριστοτέλης,
Περὶ ζώων γενέσεως