8 Ιουλίου 2014

ΕΛΕΝΗ, Η ΤΟΥ ΝΟΗΤΟΥ ΚΑΛΛΟΥΣ ΑΠΟΡΡΟΙΑ - ΕΛΕΝΟΗ ΤΙΣ ΟΥΣΑ...



Ἴλιον μὲν οὖν νοείσθω ἡμῖν ὁ γενητὸς καὶ ἔνυλος τόπος παρὰ τὴν ἰλὺν καὶ τὴν ὕλην Ἴλιον ὠνομασμένον, ἐν ᾧ καὶ ὁ πόλεμος καὶ ἡ στάσις· 

οἱ δὲ Τρῶες τὰ ἔνυλα εἴδη καὶ αἱ περὶ τοῖς σώμασι πᾶσαι ζωαὶ, διὸ καὶ «ἰθαγενέες» λέγονται οἱ Τρῶες· καὶ γὰρ οἰκείαν τὴν ὕλην περιέπουσιν αἱ περὶ τὰ σώματα ζωαὶ πᾶσαι καὶ αἱ ἄλογοι ψυχαί· 

οἱ δὲ Ἕλληνες αἱ λογικαὶ ψυχαὶ ἐκ τῆς Ἑλλάδος, τουτέστιν ἐκ τοῦ νοητοῦ, ἐλθοῦσαι εἰς τὴν ὕλην, διὸ καὶ «ἐπήλυδες» λέγονται οἱ Ἕλληνες, καὶ κρατοῦσι τῶν Τρώων ἅτε τῆς ὑπερτέρας ὄντες τάξεως.

Μάχη δὲ αὐτοῖς γίνεται περὶ τῷ εἰδώλῳ τῆς Ἑλένης, ὥς φησιν ὁ ποιητής·

Ἀμφί γ' ἄρ' εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
    δῄουν ἀλλήλων ἀμφὶ στήθεσφι βοείας,

τῆς Ἑλένης τὸ νοητὸν κάλλος δηλούσης, «ἑλενόη» τις οὖσα, ἡ ἐφελκομένη εἰς αὐτὴν τὸν νοῦν.  

Ἀπόρροια οὖν τούτου τοῦ νοητοῦ κάλλους ἐνδέδοται τῇ ὕλῃ διὰ τῆς Ἀφροδίτης, περὶ ἧς ἀπορροίας κάλλους μάχονται οἱ Ἕλληνες ὡς ἀνθρώπου. 

Καὶ οἳ μὲν κατακρατήσαντες τῆς ὕλης καὶ κατεξαναστάντες αὐτῆς ἀπέρχονται ἐπὶ τὸ νοητὸν τὴν ὄντως πατρίδα, οἳ δὲ ἐν αὐτῇ καθάπτονται, οἵα δὴ ἡ τῶν πολλῶν ζωή.

ΕΡΜΕΙΑΣ Ο ΑΛΕΞΑΝΔΡΕΥΣ, 
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ «ΦΑΙΔΡΟΝ» ΤΟΥ ΠΛΑΤΩΝΟΣ