Τῆς Ἰατρικῆς ἐστιν εἴδη πέντε· ἡ μὲν φαρμακευτική,
ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ
δὲ βοηθητική.
Ἡ μὲν φαρμακευτικὴ
διὰ φαρμάκων ἰᾶται τὰς ἀρρωστίας,
ἡ δὲ χειρουργικὴ
διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει,
ἡ δὲ διαιτητικὴ
διὰ τοῦ διαιτᾶν ἀπαλλάττει τὰς ἀρρωστίας,
ἡ δὲ νοσογνωμονικὴ
διὰ τοῦ γνῶναι τὸ ἀρρώστημα,
ἡ δὲ βοηθητικὴ
διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος.
Ἀριστοτέλης,
Περὶ διαιρέσεων
