Ἐν
δὲ τοῖς προειρημένοις τοῦ Πίκου Διὸς χρόνοις ἐπὶ τὰ δυτικὰ μέρη
ἀναφαίνεταί τις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ* ἐν τῇ χώρᾳ τῶν Ἀργείων, ὀνόματι
Ἴναχος· ὅστις πρῶτος ἐβασίλευσεν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ κτίζει πόλιν
ἐκεῖ εἰς ὄνομα τῆς σελήνης, ἐτίμα γὰρ αὐτήν, ἣν ἐκάλεσεν Ἰώπολιν· οἱ
γὰρ Ἀργεῖοι μυστικῶς τὸ ὄνομα τῆς σελήνης τὸ ἀπόκρυφον Ἰὼ λέγουσιν ἕως
ἄρτι. ἔκτισε δὲ καὶ ἱερὸν ἐν τῇ πόλει τῇ σελήνῃ, ἀναστήσας αὐτῇ στήλην
χαλκῆν, ἐν ᾗ ἐπέγραψεν,
“Ἰὼ μάκαιρα λαμπαδηφόρε”.ΙΩΑΝΝΗΣ ΜΑΛΑΛΑΣ, ΧΡΟΝΟΓΡΑΦΙΑ, ΣΕΛ. 26. ΗΛΙΟΔΡΟΜΙΟΝ, ΑΘΗΝΑ 2001.
* Ἰάφεθ = Ἰαπετός.