Εἰς Ἀφροδίτην Κυθέρειαν
Κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
μείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳ
αἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος.
Xαῖρε, Θεά, Σαλαμῖνος ἐϋκτιμένης μεδέουσα
εἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.
Aὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.-