Χελιδὼν ἔν τινι δικαστηρίωι
νεοττοποιησαμένη ἐξέπτη· ὄφις δὲ προσερπύσας κατέφαγεν αὐτῆς τοὺς νεοττούς.
Ἡ δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα, ὑπερπαθοῦσα ἔστενεν· ἑτέρας δὲ χελιδόνος παρηγορεῖν
αὐτὴν βουλομένης, καὶ λεγούσης:
«Μόνον ἄρα σοὶ τὰ τέκνα ἀποβαλεῖν συμβέβηκεν;»
ὑποτυχοῦσα ἔφη:
«Ἀλλ᾿ ἔγωγε οὐ
τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω, ὅσον ὅτι ἐν τούτωι τῶι τόπωι ἠδίκημαι, ἐν ὧι
οἱ ἀδικούμενοι βοηθοῦνται!»
ΔΙΔΑΓΜΑ:
Ὁ λόγος δηλοῖ, ὅτι χαλεπώτεραι φαίνονται τοῖς πάσχουσιν αἱ συμφοραὶ, ὅταν
ὑφ᾿ ὧν ἥκιστα προσεδόκησαν πάσχωσι.
ΤΑΔΕ ΕΦΗ... ΑΙΣΩΠΟΣ