Χελώνη ἀετοῦ ἐδεῖτο ἵπτασθαι αὐτὴν διδάξαι.
Τοῦ δὲ παραινοῦντος πόρρω
τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο.
Λαβὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν
εἶτ᾿ ἀφῆκεν.
Ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίβη.
ΔΙΔΑΓΜΑ:
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν φιλονεικίαις, τῶν φρονιμωτέρων παρακούσαντες,
ἑαυτοὺς ἔβλαψαν.
ΤΑΔΕ ΕΦΗ... ΑΙΣΩΠΟΣ