Μονήτα - ἡ Ἥρα παρὰ Ῥωμαίοις ἐξ αἰτίας τοιᾶσδε. Ῥωμαῖοι δεηθέντες χρημάτων
ἐν τῷ πρὸς Πύρρον καὶ Ταραντίνους πολέμῳ ηὔξαντο τῇ Ἥρᾳ· τὴν δὲ χρῆσαι αὐτοῖς,
εἰ τῶν ὅπλων ἀνθέξονται μετὰ δικαιοσύνης, χρήματα αὐτοῖς μὴ ἐπιλείψειν. Τυχόντες οὖν οἱ Ῥωμαῖοι τῆς αἰτήσεως ἐτίμησαν Ἥραν Μονήταν, τουτέστι σύμβουλον,
τὸ νόμισμα ἐν τῷ ἱερῷ αὐτῆς ὁρίσαντες χαράττεσθαι.
Λεξικόν Σούδα
Μονητάριος - ὁ περὶ τὸ νόμισμα τεχνίτης, τὸ κέρμα ἐργαζόμενος.
Ἥρα Μονήτα - (λατ.) Juno Moneta