ΟΥΔΕΝ ΕΣΤΙΝ Η ΚΤΗΣΙΣ, ΕΑΝ ΜΗ Η ΧΡΗΣΙΣ ΠΑΡΗΙ...
Φιλάργυρός τις οὐσίαν αὐτοῦ ἅπασαν ἐξαργυρωσάμενος
καὶ βῶλον
χρυσοῦν ποιήσας
καὶ τοῦτον ἔν τινι τοίχῳ κατορύξας, καθ᾿ ἑκάστην ἐρχόμενος ἑώρα
αὐτόν.
Καὶ δὴ τῶν ἐργατῶν τις παρατηρήσας, καταλαβὼν τὸν
τόπον καὶ τὸ χρυσίον εὑρὼν ἀνείλατο.
Μετὰ μικρὸν δὲ ἐλθὼν ὁ ἴδιος δεσπότης καὶ μὴ εὑρὼν
αὐτὸ ἤρξατο
κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ.
Ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο
τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ:
«Ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαβὼν
λίθον, θὲς ἀντ᾿ αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι· ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν,
ἔχρῃζες αὐτοῦ».
ΔΙΔΑΓΜΑ:
Ὁ μῦθος δηλοῖ ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ
ἡ χρῆσις παρῇ.
ΤΑΔΕ ΕΦΗ...
ΑΙΣΩΠΟΣ