Ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ
τὸ θερμᾶναι ἐξεκόλαψε.
Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη:
«Ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν
αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;»
ΔΙΔΑΓΜΑ:
Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα
εὐεργετῆται.
ΤΑΔΕ
ΕΦΗ... ΑΙΣΩΠΟΣ