28 Δεκεμβρίου 2013

ΗΡΑΚΛΗΣ ΚΑΙ ΑΘΗΝΑ



Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Ἰδὼν δὲ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι ἐπειρᾶτο συντρῖψαι.

Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέβαινεν, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἀπέφραξεν.

Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων.
Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε:

«Πέπαυσο δέ, ἀδελφέ, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται».

                                   ΔΙΔΑΓΜΑ:

Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάβης ὑπάρχουσιν.

                                       ΤΑΔΕ ΕΦΗ... ΑΙΣΩΠΟΣ