Ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους οὐκ ἔστιν, ἀλλ' ὅσον ἂν αὐτῆς
σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται καθ' ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ
ἄλογον.
Μίγνυται δ' οὐ πᾶσα τὸν αὐτὸν τρόπον· ἀλλ' αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ
δι' ὅλων ἀναταραχθεῖσαι τὸ σύμπαν ὑπὸ παθῶν διαφέρονται κατὰ τὸν βίον· αἱ δὲ πῆ
μὲν ἀνεκράθησαν, πῆ δ' ἔλιπον ἔξω τὸ καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλ' οἷον ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ
ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ
τῆς ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν.
Τὸ μὲν οὖν ὑποβρύχιον ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται· τὸ δὲ φθορᾶς λειφθὲν οἱ πολλοὶ νοῦν καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν, ὥσπερ ἐν τοῖς ἐσόπτροις
τὰ φαινόμενα κατ' ἀνταύγειαν· οἱ δ' ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι.
Πλούταρχος, Περὶ τοῦ
Σωκράτους Δαιμονίου