Λύχνος
Μεθύων λύχνος ἐλαίῳ καὶ φέγγων
ἐκαυχᾶτο ὡς ὑπὲρ ἥλιον πλέον λάμπει.
Ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς
ἐσβέσθη.
Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ:
«Φαῖνει, λύχνε, καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει!»
ΔΙΔΑΓΜΑ:
Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ
τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει.
ΤΑΔΕ ΕΦΗ...
ΑΙΣΩΠΟΣ