Ἀλέκτωρ - εἶδος ὀρνέου ἀγρυπνητικοῦ· ἀλέκτωρ δὲ
εἴρηται παρὰ τὸ ἀπὸ τῶν λέκτρων, τουτέστι τῶν κοιτῶν, ἐγείρειν ἡμᾶς. Ἀλέκτωρ, ὁ
ἄρσην∙ ἀλεκτορὶς δὲ ὄρνις θήλεια.
Καὶ ὁ Ἥλιος δὲ Ἀλέκτωρ λέγεται ὅτι οὐ κοιμᾶται, ἀεὶ εἰλούμενος·
ἀλέκτωρ, ὁ ἄνευ λέκτρων ὤν· ἀκάματον γὰρ αὐτὸν λέγει Ὅμηρος· ἐπεὶ ἀγρύπνως τὸν
συνήθη δρόμον ἐκτελεῖ.