Βωταλὶς
καὶ νυκτερίς
Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη
νυκτὸς ᾖδε. Νυκτερὶς δὲ ἐξήκουσε αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἐπυνθάνετο ἀπ᾿
αὐτῆς τὴν αἰτίαν δι᾿ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης ὡς
οὐ μάτην τοῦτο πράττει· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ᾿ ἐκείνου
ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν: «Ἀλλ᾿ οὐ
νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι».
ΔΙΔΑΓΜΑ:
Ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν.
ΤΑΔΕ ΕΦΗ... ΑΙΣΩΠΟΣ