Εἶπε δὲ πρὸς αὐτὸν τοιαῦτα: «Πέρυσι σὺ πολλὰ
καθύβρισάς με».
Ὁ δὲ πρὸς αὐτὸν θρηνωιδῶν ἀνεβόα: «Ἔγωγ᾿ οὐκ ἐν τούτωι
γεγένημαι τῶι χρόνωι».
Καὶ ὁ λύκος εἶπε πρὸς αὐτόν: «Τὴν ἄρουράν μου νέμηι».
Ὁ δ᾿ ἀρνὸς ἔφη: «Ἀκμὴν τροφὴν οὐκ εἶδον».
Πάλιν
ὁ λύκος: «Ἐκ τῆς πηγῆς μου πίνεις».
Ὁ δὲ «οὔπω πέπωκα ὕδωρ» προσεῖπεν αὐτῶι·
«τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου καὶ τὸ πόμα μου».
Ὁ δὲ συλλαβὼν καὶ
φαγὼν τοῦτον, εἶπεν: «Ἀλλ᾿ ἐγὼ τέως ἄδειπνος οὐ μενῶ, εἰ καὶ σὺ ἀφορμὴν ἐμὴν
πᾶσαν λύεις».
ΔΙΔΑΓΜΑ:
Ὁ μῦθος δηλοῖ, ὅτι γνώμην κακούργου καὶ
πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνηι.
ΤΑΔΕ ΕΦΗ... ΑΙΣΩΠΟΣ