Η ΜΑΝΤΕΙΑ ΤΩΝ ΑΣΤΡΑΓΑΛΩΝ
ΣΤΟ ΙΕΡΟ ΣΠΗΛΑΙΟ ΤΟΥ ΗΡΑΚΛΕΟΥΣ
Καταβάντων δὲ ἐκ Βούρας ὡς ἐπὶ θάλασσαν ποταμός τε Βουραϊκὸς ὀνομαζόμενος καὶ Ἡρακλῆς οὐ μέγας ἐστὶν ἐν σπηλαίῳ∙ ἐπίκλησις μὲν καὶ τούτου
Βουραϊκός, μαντείας δὲ ἐπὶ πίνακί τε καὶ
ἀστραγάλοις ἔστι λαβεῖν.
Εὔχεται μὲν γὰρ πρὸ τοῦ ἀγάλματος ὁ τῷ Θεῷ χρώμενος, ἐπὶ δὲ τῇ εὐχῇ λαβὼν ἀστραγάλους -οἱ δὲ
ἄφθονοι παρὰ τῷ Ἡρακλεῖ κεῖνται- τέσσαρας
ἀφίησιν ἐπὶ τῆς τραπέζης∙ ἐπὶ δὲ
παντὶ ἀστραγάλου σχήματι γεγραμμένα ἐν πίνακι ἐπίτηδες ἐξήγησιν ἔχει τοῦ σχήματος.
Σταδίων ἐπὶ τὸν Ἡρακλέα ὡς τριάκοντα ἐξ Ἑλίκης ὁδὸς ἡ εὐθεῖά ἐστι.
Παυσανίας, Ἀχαϊκά, Κεφ. 25.