Αἱ δρύες
κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ
τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα.
Καὶ ὁ Ζεύς: «Ὑμεῖς
αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς
στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν
πέλεκυς ὑμᾶς ἐξέκοπτεν».
ΔΙΔΑΓΜΑ:
Αἴτιοί τινες
ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ Θεῷ.
ΤΑΔΕ ΕΦΗ... ΑΙΣΩΠΟΣ