Ὀρέστης:
Ἑρμῆ χθόνιε, πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ:
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι . . .
Τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
ἢ πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας τύχω
χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτ᾽ ἄλλο: καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί!
(ΑΙΣΧΥΛΟΣ, ΑΡΧΗ "ΧΟΗΦΟΡΩΝ")