29 Ιανουαρίου 2009

ΟΝΟΣ ΕΠΕΘΥΜΕΙ ΛΕΩΝ ΕΙΝΑΙ ΔΟΚΕΙΝ...

Ὄνος ἐπεθύμει λέων εἶναι δοκεῖν.

Καὶ μεταθεῖναι τὴν φύσιν οὐκ ἔχων ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον, καὶ λεοντῆν περικείμενος, οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαίνετο πόνους.

Καὶ πνεύσας βιαιότερος ἄνεμος γυμνοῖ μὲν αὐτὸν τοῦ προκαλύμματος, φανέντα δὲ ὄνον ῥοπάλοις ἀνῄρουν ὧν τοὺς πόνους κατήσθιεν.

ΔΙΔΑΓΜΑ:
Κόσμος ἐπείσακτος τοῖς χρωμένοις γίνεται κίνδυνος.


ΑΙΣΩΠΟΣ