Τὸ γὰρ Βέβαιον καὶ Πιστὸν καὶ Ὑγιές, τοῦτο ἐγώ φημι εἶναι τὴν ἀληθινὴν Φιλοσοφίαν... Αυτό που έχει Βεβαιότητα, Αξιοπιστία και Υγίεια, αυτό λέω εγώ ότι είναι η αληθινή Φιλοσοφία... ~ΠΛΑΤΩΝ - Δεκάτη Επιστολή~
23 Δεκεμβρίου 2007
ΟΡΦΙΚΟΣ ΥΜΝΟΣ ΝΥΚΤΟΣ
Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν.
Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν.
Κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγής,
ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ,
εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων,
ληθομέριμν' ἀγανή τε, πόνων ἀνάπαυσιν ἔχουσα,
ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγής,
ἡμιτελής, χθονίη ἠδ' οὐρανίη πάλιν αὐτή,
ἐγκυκλίη, παίκτειρα διώγμασιν ἠεροφοίτοις,
ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλιν φεύγεις
εἰς Ἀίδην, δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει.
νῦν σε, μάκαιρα, καλῶ , πολυόλβιε, πᾶσι ποθεινή,
εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν
ἔλθοις εὐμενέουσα, φόβους δ' ἀπόπεμπε νυχαυγεῖς.
ΠΥΡίΣΠΟΡΟΣ