31 Οκτωβρίου 2007

ΒΑΣΙΛΕΙΣ ΟΙ ΦΙΛΟΣΟΦΟΙ - ΠΟΛΕΜΙΣΤΕΣ


"Bασιλέας δὲ αὐτῶν εἶναι

τοὺς ἐν φιλοσοφίᾳ τε

καὶ πρὸς τὸν πόλεμον

γεγονότας ἀρίστους."
(Πλάτων, Πολιτεία Η΄, 1)

"τῶν δὲ λοιπῶν πολιτειῶν ἔφησθα, ὡς μνημονεύω, τέτταρα εἴδη εἶναι… εἰσὶ γὰρ ἃς λέγω, αἵπερ καὶ ὀνόματα ἔχουσιν, ἥ τε ὑπὸ τῶν πολλῶν ἐπαινουμένη, Κρητική τε καὶ Λακωνικὴ αὕτη· καὶ δευτέρα καὶ δευτέρως ἐπαινουμένη, καλουμένη δὀλιγαρχία, συχνῶν γέμουσα κακῶν πολιτεία· ἥ τε ταύτῃ διάφορος καὶ ἐφεξῆς γιγνομένη δημοκρατία, καὶ ἡ γενναία δὴ τυραννὶς καὶ πασῶν τούτων διαφέρουσα, τέταρτόν τε καὶ ἔσχατον πόλεως νόσημα. … δυναστεῖαι γὰρ καὶ ὠνηταὶ βασιλεῖαι καὶ τοιαῦταί τινες πολιτεῖαι μεταξύ τι τούτων πού εἰσιν, εὕροι δἄν τις αὐτὰς οὐκ ἐλάττους περὶ τοὺς βαρβάρους ἢ τοὺς ῞Ελληνας."
(Πολιτεία Η΄, 1)