15 Σεπτεμβρίου 2014

ΒΟΥΚΕΦΑΛΑΣ - ΟΤΑΝ Ο ΑΛΕΞΑΝΔΡΟΣ ΔΑΜΑΣΕ ΤΟ ΠΝΕΥΜΑ ΤΟΥ ΙΠΠΟΥ...


Ἐπεὶ δὲ Φιλονίκου τοῦ Θεσσαλοῦ τὸν Βουκεφάλαν ἀγαγόντος ὤνιον τῷ Φιλίππῳ τρισκαίδεκα ταλάντων, κατέβησαν εἰς τὸ πεδίον δοκιμάσοντες τὸν ἵππον, ἐδόκει τε χαλεπὸς εἶναι καὶ κομιδῇ δύσχρηστος, οὔτ’ ἀναβάτην προσιέμενος οὔτε φωνὴν ὑπομένων τινὸς τῶν περὶ τὸν Φίλιππον, ἀλλ’ ἁπάντων κατεξανιστάμενος, δυσχεραίνοντος δὲ τοῦ Φιλίππου καὶ κελεύοντος ἀπάγειν ὡς παντάπασιν ἄγριον καὶ ἀκόλαστον, παρὼν ὁ Ἀλέξανδρος εἶπεν:
 
─"Οἷον ἵππον ἀπολλύουσι, δι’ ἀπειρίαν καὶ μαλακίαν χρήσασθαι μὴ δυνάμενοι," τὸ μὲν οὖν πρῶτον ὁ Φίλιππος ἐσιώπησε· πολλάκις δ’ αὐτοῦ παραφθεγγομένου καὶ περιπαθοῦντος: 

─"Ἐπιτιμᾷς σὺ" ἔφη "πρεσβυτέροις ὥς τι πλέον αὐτὸς εἰδὼς ἢ μᾶλλον ἵππῳ χρήσασθαι δυνάμενος;

─"Τούτῳ γοῦν" ἔφη "χρησαίμην ἂν ἑτέρου βέλτιον". 

─"Ἂν δὲ μὴ χρήσῃ, τίνα δίκην τῆς προπετείας ὑφέξεις;"
 
─"Ἐγὼ νὴ Δί’" εἶπεν "ἀποτείσω τοῦ ἵππου τὴν τιμήν". 

Γενομένου δὲ γέλωτος, εἶθ’ ὁρισμοῦ πρὸς ἀλλήλους εἰς τὸ ἀργύριον, εὐθὺς προσδραμὼν τῷ ἵππῳ καὶ παραλαβὼν τὴν ἡνίαν, ἐπέστρεψε πρὸς τὸν ἥλιον, ὡς ἔοικεν ἐννοήσας ὅτι τὴν σκιὰν προπίπτουσαν καὶ σαλευομένην ὁρῶν πρὸ αὑτοῦ διαταράττοιτο

Μικρὰ δ’ αὐτῷ παρακαλπάσας καὶ καταψήσας, ὡς ἑώρα πληρούμενον θυμοῦ καὶ πνεύματος, ἀπορρίψας ἡσυχῇ τὴν χλαμύδα καὶ μετεωρίσας αὑτόν, ἀσφαλῶς περιέβη

Καὶ μικρὰ μὲν περιλαβὼν ταῖς ἡνίαις τὸν χαλινόν, ἄνευ πληγῆς καὶ σπαραγμοῦ προσανέστειλεν· ὡς δ’ ἑώρα τὸν ἵππον ἀφεικότα τὴν ἀπειλήν, ὀργῶντα δὲ πρὸς τὸν δρόμον, ἀφεὶς ἐδίωκεν, ἤδη φωνῇ θρασυτέρᾳ καὶ ποδὸς κρούσει χρώμενος

Τῶν δὲ περὶ τὸν Φίλιππον ἦν ἀγωνία καὶ σιγὴ τὸ πρῶτον· ὡς δὲ κάμψας ὑπέστρεψεν ὀρθῶς σοβαρὸς καὶ γεγηθώς, οἱ μὲν ἄλλοι πάντες ἀνηλάλαξαν, ὁ δὲ πατὴρ καὶ δακρῦσαί τι λέγεται πρὸς τὴν χαράν, καὶ καταβάντος αὐτοῦ τὴν κεφαλὴν φιλήσας:

"Ὦ παῖ" φάναι, "ζήτει σεαυτῷ βασιλείαν ἴσην· Μακεδονία γάρ σὲ οὐ χωρεῖ".


 Πλούταρχος, Βίος Ἀλεξάνδρου, Κεφ. 6

Related Posts Plugin for WordPress, Blogger...

ΟΙ 10 ΔΗΜΟΦΙΛΕΣΤΕΡΕΣ ΑΝΑΡΤΗΣΕΙΣ ΤΩΝ ΤΕΛΕΥΤΑΙΩΝ 7 ΗΜΕΡΩΝ

Ειπόντος τινός:
«Ω, Λεωνίδα, προς πολλούς μετ' ολίγων διακινδυνεύσων ούτως πάρει;»
Λεωνίδας έφη: «Ει μεν οίεσθέ με τωι πλήθει δειν πιστεύειν, ουδ' η πάσα Ελλάς αρκεί -βραχεία γαρ μοίρα του εκείνων πλήθους εστίν- ει δε ταις αρεταίς, και ούτος ο αριθμός ικανός


Όταν κάποιος του είπε:
«Με τόσους λίγους έρχεσαι, Λεωνίδα, να διακινδυνεύσεις απέναντι σε τόσους πολλούς;»
Ο Λεωνίδας είπε: «Αν πιστεύετε ότι πρέπει να βασιζόμαστε στο πλήθος, δεν αρκεί ούτε ολόκληρη η Ελλάδα -αφού αποτελεί μικρό μέρος σε σχέση με το πλήθος εκείνων. Αν όμως πιστεύετε ότι πρέπει να βασιζόμαστε στις αρετές του καθενός, τότε και ο αριθμός αυτός είναι ικανός


(Πλούταρχος, Λακωνικά Αποφθέγματα)

Μανθάνειν ἐν μὲν τῷ Οὐρανῷ τὸ ὁρᾶν, ἐν δὲ τῇ Γῇ τὸ ἀναμιμνήσκεσθαι.

Μακάριος ὁ διὰ τῶν Μυστηρίων διελθών, οὗτος γιγνώσκει τῆς ζωῆς τὴν ἀρχὴν καὶ τὸν σκοπόν!

Ὄλβιος ὅστις ἰδὼν κεῖνα εἶσ’ ὑπὸ χθόνα· οἶδε μὲν βίου τελευτάν, οἶδεν δὲ διόσδοτον ἀρχάν!


Πίνδαρος, Ποιητὴς τῶν Ἱερῶν Ἀγώνων τοῦ Ἑλληνισμοῦ καὶ Προφήτης τοῦ Ἀπόλλωνος ἐν Δελφοῖς.



Και τί να πω αύριο στον Ήλιο;

«Σήκω, σαΐτεψε το φίδι, πώχει αφήκει

η παλιά φιδομάνα και που τώρα

πάλι τη γην ολόγυρα γυρεύει

στις δίπλες του σφιχτά για να τυλίξει»;

«Ξύπνα», να πω, «Τιτάνα Εσύ, και πάλι,

κυκλόφερε τα θεία πατήματά Σου,

τα θεία Σου τα σκιρτήματα τριγύρω

στο φοβερό ερπετό που ξαναζώνει

τη γη κι ο οσκρός* του αρχίνισε να τρέχει

στις θείες πηγές Σου, φαρμακώνοντάς τις»;


«Ο διθύραμβος του Ρόδου», Άγγελος Σικελιανός


* οσκρός = κεντρί, δηλητήριο
Ο Έλληνας, τέκνο του ΔευκΑλίωνος, μάχεται συνΕχώς!